HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

ΑΣΜΑ ᾀσμάτων, ὅ ἐστιν τῷ Σαλωμών.

2

Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,

3

⸂⸆⸃ καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μύρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,

4

εἵλκυσάν σε· ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέν σε.

5

Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰσραήλ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλωμών.

6

μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέν με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

7

ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾽ ἀγέλας ἑταίρων σου.

8

Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων.

9

Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου.

10

τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες, τράχηλός σου ὡς ὁρμίσκοι;

11

ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.

12

Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.

13

ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί,

14

ἐν ἀμπελῶσιν Ἐνγαδδεί.

15

Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.

16

Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνη ἡμῶν σύσκιος,

17

δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.