HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

Ἀδελφός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα.

2

ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις.

3

Καλὴ εἶ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἰερουσαλήμ, θάμβος ὡς τεταγμέναι.

4

ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ,

5

ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία.

6

ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.

7

ἑξήκοντά εἰσιν βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός·

8

μία ἐστὶν περιστερά μου, τελεία μου, μία ἐστὶν τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς. εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαί, καὶ αἰνέσουσιν αὐτήν.

9

Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι;

10

Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

11

οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμειναδάβ.

12

Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουμανεῖτις· ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀφόμεθα ἐν σοί.