HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβείτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβεῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβείτιδος.

2

λυπεῖσθε ἐφ᾽ ἑαυτούς, ἀπολεῖται γὰρ καὶ Δηβών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαὺ τῆς Μωαβείτιδος. ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι,

3

ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.

4

ὅτι κέκραγεν Ἑσεβὼν καὶ Ἐλεαλή, ἕως Ἰάσσα ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβείτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

5

ἡ καρδία τῆς Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σήγωρ· δάμαλις γάρ ἐστιν τριετής, ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἁρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμὸς,

6

τὸ ὕδωρ τῆς Νεμηρεὶμ ἔρημος ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.

7

μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν.

8

συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβείτιδος τῆς Ἀγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ.

9

τὸ δὲ ὕδωρ τὸ Δειμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δειμὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά.