HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

Κύριε ὁ θεός, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο.

2

ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.

3

διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε.

4

ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων,

5

ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σειὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας.

6

καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον·

7

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος πάντα ταῦτα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

8

κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν Κύριος ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν.

9

καὶ ἐροῦσιν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὁ θεὸς ἡμῶν ἐφ᾽ ᾧ ἠλπίζομεν, καὶ σώσει ἡμᾶς· οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν.

10

ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβεῖτις ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·

11

καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφ᾽ ἃ τὰς χεῖρας ἐπέβαλεν·

12

καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσονται ἕως τοῦ ἐδάφους.