Toque em um versículo para ver mais opções.
1
Ἁλληλουιά. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
2
εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
3
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖται τὸ ὄνομα Κυρίου.
4
ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
5
τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν,
6
καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·
7
ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα,
8
τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
9
ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένων.