Toque em um versículo para ver mais opções.
1
Ἁλληλουιά. Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς τῆς δεήσεώς μου,
2
ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην.
3
περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον.
4
καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
5
ἐλεήμων καὶ δίκαιος ὁ κύριος, καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ.
6
φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με.
7
ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέν σε·
8
ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
9
εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.