Toque em um versículo para ver mais opções.
1
Ἁλληλουιά. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
2
ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης.
3
τί ἀνταποδώσω τῷ κυρίῳ περὶ ὧν ἀνταπέδωκέν μοι;
4
ποτήριον σωτηρίου λήμψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
6
τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
7
ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέρρηξας τοὺς δεσμούς μου.
8
σοὶ θύσω θυσίαν αἰνέσεως·
9
τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
10
ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἰερουσαλήμ.