Toque em um versículo para ver mais opções.
1
ᾨδὴ τῶν ἀναβαθμῶν. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέν μου.
2
Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.
3
τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;
4
τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς.
5
οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.
6
πολλὰ παρῴκησεν ἡ ψυχή μου μετὰ τῶν μισούντων τὴν εἰρήνην.
7
ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.