HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

ᾨδὴ τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σε, Κύριε·

2

Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

3

ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσηται;

4

ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. ἕνεκεν τοῦ ὀνόματός σου

5

ὑπέμεινα, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν νόμον αὐτοῦ.

6

ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός·

7

ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις,

8

καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.