HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

Ἁλληλουιά· Ἁγγαίου καὶ Ζαχαρίου. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον·

2

αἰνέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω.

3

μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας καὶ ἐφ᾽ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία·

4

ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

5

μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ·

6

τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

7

ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν. Κύριος λύει πεπεδημένους·

8

Κύριος ἀνορθοῖ κατερραγμένους· Κύριος σοφοῖ τυφλούς· Κύριος ἀγαπᾷ δικαίους·

9

Κύριος φυλάσσει τοὺς προσηλύτους, ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.

10

βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.