HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ τοῦ οἴκου, τοῦ Δαυείδ.

2

Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾽ ἐμέ.

3

Κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σὲ καὶ ἰάσω με·

4

Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

5

ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

6

ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.

7

ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.

8

Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.

9

πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι.

10

τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;

11

ἤκουσεν Κύριος καὶ ἠλέησέν με, Κύριος ἐγενήθη βοηθός μου.

12

ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,

13

ὅπως ἄν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.