Toque em um versículo para ver mais opções.
1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ,
2
ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρ᾽ ἡμῖν;
3
Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
4
ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
5
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα.
6
ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
7
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
8
ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν·
9
ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.