HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

Εἰς τὸ τέλος, ἐν ὕμνοις· ⸂⸆⸃ τῷ Δαυείδ.

2

Εἰσάκουσον τῆς δεήσεώς μου, πρόσχες τῆς προσευχῆς μου.

3

ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου. ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με,

4

ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.

5

παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, διάψαλμα. σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.

6

ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν προσευχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.

7

ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ, ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.

8

διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν;

9

οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.