Toque em um versículo para ver mais opções.
1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυείδ.
2
Ὁ θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς. διάψαλμα.
3
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
4
ἐξομολογησάσθωσαν λαοί, ὁ θεός, ἐξομολογησάσθωσαν λαοὶ πάντες.
5
εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα.
6
ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
7
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν,
8
εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.