HizquiHIZQUI

Toque em um versículo para ver mais opções.

1

Εἰς τὸ τέλος· τῷ Δαυεὶδ εἰς ἀνάμνησιν, εἰς τὸ Σῶσαί με Κύριον.

2

Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες·

3

αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά·

4

ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε.

5

ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

6

ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς.