Toque em um versículo para ver mais opções.
1
Τοῖς υἱοῖς Κόρε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·
2
ἀγαπᾷ Κύριος τὰς πύλας Σειὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
3
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. διάψαλμα.
4
μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.
5
Μήτηρ Σειών, ἐρεῖ ἄνθρωπος, καί Ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καί Αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.
6
Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα.
7
ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.